Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 36.46 | Dem. 36.49 (English) | >>Dem. 36.52 |
36.48εἶτʼ εἰς τοῦθʼ ἥκεις μανίας (τί γὰρ ἂν ἄλλο τις εἴποι ;) ὥστʼ οὐκ αἰσθάνει ὅτι καὶ νῦν ἡμεῖς μὲν ἀξιοῦντες , ἐπειδήπερ ἀπηλλάγη Φορμίων , μηδὲν ὑπόλογον εἶναι εἴ ποτε τοῦ σοῦ πατρὸς ἐγένετο , ὑπὲρ σοῦ λέγομεν , σὺ δὲ μηδέποτʼ ἐξ ἴσου σοι γενέσθαι τοῦτον ἀξιῶν κατὰ σαυτοῦ λέγεις · ἃ γὰρ ἂν σὺ δίκαια σαυτῷ κατὰ τούτου τάξῃς , ταὐτὰ ταῦθʼ ἥξει κατὰ σοῦ παρὰ τῶν τὸν σὸν πατέρʼ ἐξ ἀρχῆς κτησαμένων . ἀλλὰ μὴν ὅτι κἀκεῖνος ἦν τινῶν , εἶτʼ ἀπηλλάγη τὸν αὐτὸν τρόπον ὅνπερ οὗτος ἀφʼ ὑμῶν , λαβέ μοι ταυτασὶ τὰς μαρτυρίας , ὡς ἐγένετο Πασίων Ἀρχεστράτου .εἶτα τὸν σῴσαντα μὲν ἐξ ἀρχῆς τὰ πράγματα καὶ πολλὰ χρήσιμον αὑτὸν παρασχόντα τῷ πατρὶ τῷ τούτου , τοσαῦτα δʼ αὐτὸν τοῦτον ἀγάθʼ εἰργασμένον , ὅσʼ ὑμεῖς ἀκηκόατε , τοῦτον οἴεται δεῖν ἑλὼν τηλικαύτην δίκην ἀδίκως ἐκβαλεῖν . οὐ γὰρ ἄλλο γʼ ἔχοις οὐδὲν ἂν ποιῆσαι . εἰς μὲν γὰρ τὰ ὄντʼ εἰ βλέπεις ἀκριβῶς , ταῦθʼ εὑρήσεις ὧν ἔστιν , ἐάν , ὃ μὴ γένοιτο , ἐξαπατηθῶσιν οὗτοι .
36.50ὁρᾷ τὸν Ἀριστόλοχον τὸν Χαριδήμου · ποτʼ εἶχεν ἀργόν , εἶτά γε νῦν πολλοῖς γὰρ ἐκεῖνος ὀφείλων αὐτὸν ἐκτήσατο . καὶ τὸν Σωσίνομον καὶ τὸν Τιμόδημον καὶ τοὺς ἄλλους τραπεζίτας , οἵ , ἐπειδὴ διαλύειν ἐδέησεν οἷς ὤφειλον , ἐξέστησαν ἅπαντες τῶν ὄντων . σὺ δʼ οὐδὲν οἴει δεῖν σκοπεῖν οὐδʼ ὧν ὁ πατὴρ σοῦ πολλῷ βελτίων ὢν καὶ ἄμεινον φρονῶν πρὸς ἅπαντʼ ἐβουλεύσατο ·
Μαρτυρίαι
36.49
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 36.46 | Dem. 36.49 (English) | >>Dem. 36.52 |